John of Damaskos, Dialectica, sive Capita philosophica,

Text - Hyperlink: 

 


Σοφία δὲ ἀληθὴς ὁ θεός ἐστιν· ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν Σοφία δὲ ἀληθὴς ὁ θεός ἐστιν· ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεὸν αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία. Διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν͵ τὸ θεωρητικὸν εἰς θεολογικόν͵ φυσικόν͵ μαθηματικόν͵ τὸ δὲ πρακτικὸν εἰς ἠθικόν͵ οἰκονομικόν͵ πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ τὴν γνῶσιν κοσμοῦν. ῎εστιν οὖν θεολογικὸν τὸ κατανοεῖν τὰ ἀσώματα καὶ ἄυλα͵ πρῶτον μὲν θεὸν τὸν ὄντως ἄυλον͵ ἔπειτα δὲ καὶ ἀγγέλους καὶ ψυχάς. Φυσιολογικὸν δὲ ἡ τῶν ὑλικῶν καὶ προχείρων ἡμῖν γνῶσις ἤτοι ζῴων͵ φυτῶν͵ λίθων καὶ τῶν τοιούτων. Μαθηματικὸν δὲ ἡ τῶν καθ΄ αὑτὰ μὲν ἀσωμάτων͵ ἐν σώμασι δὲ θεωρουμένων γνῶσις͵ ἀριθμῶν φημι καὶ ἁρμονίας φθόγγων͵ ἔτι δὲ σχημάτων καὶ ἄστρων κινήσεως. Ἡ μὲν οὖν περὶ ἀριθμοὺς θεωρία τὴν ἀριθμητικὴν συνίστησιν ἐπιστήμην͵ ἡ δὲ περὶ φθόγγους τὴν μουσικήν͵ ἡ δὲ περὶ σχήματα τὴν γεωμετρικήν͵ ἡ δὲ περὶ ἄστρα τὴν ἀστρονομικήν. Ταῦτα δὲ μέσα σωμάτων καὶ ἀσω μάτων εἰσίν· ὁ γὰρ ἀριθμὸς καθ΄ αὑτὸν μὲν ἀσώματός ἐστι͵ θεωρεῖται δὲ καὶ ἐν ὕλῃ͵ σίτῳ τυχὸν ἢ οἴνῳ ἤ τινι τῶν τοιούτων. Τὸ δὲ πρακτικὸν περὶ ἀρετὰς καταγίνεται· ἦθος γὰρ κοσμεῖ καί͵ πῶς δεῖ πολιτεύεσθαι͵ διδάσκει. Καὶ εἰ μὲν ἑνὶ ἀνθρώπῳ νομοθετεῖ͵ λέγεται ἠθικόν͵ εἰ δὲ ὅλῳ οἴκῳ͵ λέγεται οἰκονομικόν͵ εἰ δὲ πόλεσι καὶ χώραις͵ λέγεται πολιτικόν. Ἀλλ΄ ἀναιρεῖν ἐπεχείρησάν τινες τὴν φιλοσοφίαν φάσκοντες μὴ εἶναι ταύτην μηδὲ γνῶσίν τινα ἢ κατάληψιν. Πρὸς οὓς ἐροῦμεν· Πῶς φατε μὴ εἶναι φιλοσοφίαν καὶ γνῶσιν καὶ κατάληψιν͵ ἐγνωκότες καὶ κατειληφότες ἢ μὴ ἐγνωκότες μηδὲ κατειληφότες; Εἰ μὲν οὖν κατειληφότες͵ ἰδοὺ ἔστι γνῶσις καὶ κατάληψις͵ εἰ δὲ μὴ ἐγνωκότες͵ οὐδεὶς ὑμῖν πιστεύσει περὶ πράγματος διαλεγομένοις͵ οὗ τὴν γνῶσιν οὐ κατειλήφατε. Ἐπεὶ τοίνυν ἔστι φιλοσοφία καὶ γνῶσις τῶν ὄντων ἐστί͵ περὶ τοῦ ὄντος εἴπωμεν. Εἰδέναι δὲ δεῖ͵ ὡς τοῦ λογικοῦ μέρους τῆς φιλοσοφίας ἀρχόμεθα͵ ὅπερ ὄργανόν ἐστι μᾶλλον τῆς φιλοσοφίας ἤπερ μέρος· αὐτῷ γὰρ πρὸς πᾶσαν ἀπόδειξιν κέχρηται. Διαλεγόμεθα οὖν περὶ ἁπλῶν φωνῶν τέως δι΄ ἁπλῶν ἐννοιῶν ἁπλᾶ δηλουσῶν πράγματα· πρότερον γὰρ τὴν τῶν λέξεων σημασίαν δηλώ σαντες οὕτω καὶ περὶ λόγων διασκεψόμεθα.