Gregory of Nyssa, De vita Mosis, ch. 2, sections 115-116.

Full Title: 
Περὶ τοῦ βίου Μωυσέως τοῦ Νομοθέτου. Ἡ περὶ τῆς κατ’ἀρετὴν τελειότητος.
Text - Hyperlink: 

 


Οὐκοῦν ὁ ὑψηλότερος λόγος τῆς προχείρου διανοίας ἁρμοδιώτερος͵ ὁ κελεύων τοὺς τὸν ἐλεύθερον βίον μετιόντας δι΄ ἀρετῆς καὶ τὸν ἔξωθεν τῆς παιδεύσεως πλοῦτον παρασκευ άσασθαι͵ ᾧ οἱ κατὰ τὴν πίστιν ἀλλόφυλοι καλλωπίζονται. Τὴν γὰρ ἠθικήν τε καὶ φυσικὴν φιλοσοφίαν͵ γεωμετρίαν τε καὶ ἀστρονομίαν͵ καὶ τὴν λογικὴν πραγματείαν͵ καὶ πάντα ὅσα παρὰ τοῖς ἔξω τῆς Ἐκκλησίας σπουδάζεται͵ κελεύει ὁ τῆς ἀρετῆς καθηγούμενος παρὰ τῶν τὰ τοιαῦτα πλουτούντων ἐν Αἰγύπτῳ λαβόντα λόγῳ χρήσεως ὑποδέξασθαι͵ ὡς ἐν καιρῷ χρησιμευόντων͵ ὅταν δέῃ τὸν θεῖον τοῦ μυστηρίου ναὸν διὰ τοῦ λογικοῦ πλούτου καλλωπισθῆναι. Οἱ γὰρ τὸν τοιοῦτον ἑαυτοῖς θησαυρίσαντες πλοῦτον προσάγουσι τῷ Μωϋσεῖ περὶ τὴν σκηνὴν τοῦ μαρτυρίου πονοῦντι τὸ παρ΄ ἑαυτοῦ ἕκαστος πρὸς τὴν τῶν ἁγίων κατασκευὴν συνεισφέρων͵ ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν γινόμενον. Πολλοὶ τὴν ἔξω παίδευσιν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καθάπερ τι δῶρον προσάγουσιν͵ οἷος ἦν ὁ μέγας Βασίλειος͵ ὁ καλῶς τὸν Αἰγύπτιον πλοῦτον ἐμπορευσάμενος κατὰ τὸν τῆς νεότητος χρόνον καὶ ἀναθεὶς τῷ Θεῷ καὶ τῷ τοιούτῳ πλούτῳ τὴν ἀληθίνην κατακοσμήσας τῆς Ἐκκλησίας σκηνήν.

 

 

 

 

 

Year: 
392(?)
Century: 
4th c.
Bibliography: 


 

 

 

AttachmentSize
Image icon 13 ICONE MONT SINAIE.jpg59.42 KB
Bibliographical Sources: 


J. Daniélou (ed.), Grégoire de Nysse. La vie de Moise ou Traité de la perfection en matière de vertu, 3rd edition, Paris, 1968.