Gregory of Nyssa, De infantibus praemature abreptis, pp. 85. 7- 87. 5.

Text - Hyperlink: 

 

Πρὸς ταῦτα βλέποντες ἔξω μὲν τῶν ἐκ πονηρίας κακῶν  ὁμοίως εἶναί φαμεν τὴν ψυχὴν τοῦ τε διὰ πάσης ἀρετῆς ἥκοντος καὶ τοῦ μηδὲ ὅλως μετεσχηκότος τοῦ βίου· οὐ μὴν ἐν τῷ ὁμοίῳ τὴν ἑκατέρου τούτων διαγωγὴν ἐννοοῦμεν. ὁ μὲν γὰρ ἤκουσε, καθὼς ὁ προφήτης φησί, τῶν οὐρανίων διηγημάτων, διὧν ἡ δόξα τοῦ θεοῦ καταγγέλλεται, καὶ διὰ τῆς κτίσεως πρὸς τὴν κατανόησιν ὡδηγήθη τοῦ δεσπότου τῆς κτίσεως καὶ διδασκάλῳ τῆς ὄντως σοφίας ἐχρήσατο τῇ ἐν τοῖς οὖσι θεωρουμένῃ σοφίᾳ τό τε τοῦ φωτὸς τούτου κάλλος κατανοήσας ἀναλογικῶς τὸ τοῦ ἀληθινοῦ φωτὸς κάλλος ἐνόησε καὶ ἐν τῷ παγίῳ τῆς γῆς τὸ τοῦ πεποιηκότος αὐτὴν ἀμετάθετον ἐπαιδεύθη καὶ τὸ ἀμέτρητον τοῦ οὐρανίου μεγέθους κατανοήσας πρὸς τὸ ἄπειρόν τε καὶ ἀόριστον τῆς ἐμπεριεχούσης τὸ πᾶν δυνάμεως ὡδηγήθη τάς τε ἀκτῖνας ἰδὼν τοῦ ἡλίου ἐκ τῶν τοσούτων ὑψωμάτων μέχρις ἡμῶν διηκούσας τὸ μὴ ἀτονεῖν τὰς προνοητικὰς τοῦ θεοῦ ἐνεργείας πρὸς ἕκαστον ἡμῶν ἀπὸ τοῦ τῆς θεότητος ὕψους κατιέναι διὰ τῶν φαινομένων ἐπίστευσεν. εἰ γὰρ εἷς ὢν ὁ φωστὴρ κοινῇ τε τὸ ὑποκείμενον ἅπαν τῇ φωτιστικῇ δυνάμει καταλαμβάνει καὶ πᾶσι τοῖς μετέχουσιν ἑαυτὸν ἐπινέμων ὅλος ἑκάστῳ καὶ ἀδιαίρετος πάρεστι, πόσῳ μᾶλλον ὁ τοῦ φωστῆρος δημιουργὸς καὶ Πάντα ἐν πᾶσι γίνεται, καθώς φησιν ὁ ἀπόστολος, καὶ ἑκάστῳ πάρεστι τοσοῦτον ἑαυτὸν διδούς, ὅσον τὸ ὑποκείμενον δέχεται. ἀλλὰ καὶ στάχυν τις ἰδὼν ἐπὶ γῆς καὶ τὴν ἐκ φυτοῦ βλάστην καὶ βότρυν ὥριμον καὶ τὸ τῆς ὀπώρας κάλλος ἢ ἐν καρποῖς ἢ ἐν ἄνθεσι καὶ τὴν αὐτόματον πόαν καὶ ὄρος ἐπὶ τὸ αἰθέριον ὕψος ἀπὸ τῆς ἄκρας ἀνατεινόμενον καὶ τὰς ἐν ὑπωρείαις πηγάς, μαζῶν δίκην ἐκ τῶν λαγόνων τοῦ ὄρους ἐπιρρεούσας, ποταμούς τε διὰ τῶν κοίλων ῥέοντας καὶ θάλασσαν ὑποδεχομένην τὰ πανταχόθεν ῥεύματα καὶ ἐν τῷ μέτρῳ μένουσαν κύματά τε τοῖς αἰγιαλοῖς ὁριζόμενα καὶ οὐκ ἐπεξιοῦσαν ὑπὲρ τοὺς τεταγμένους ὅρους κατὰ τῆς ἠπείρου τὴν θάλασσαν· ὁ ταῦτα καὶ τὰ τοιαῦτα βλέπων πῶς οὐκ ἂν τὰ πάντα διαλάβοι τῷ λόγῳ, διὧν γίνεται τοῖς θεολογοῦσιν ἡ διδασκαλία τοῦ ὄντος, οὐ μικρὰν ἑαυτῷ δύναμιν πρὸς τὴν μετουσίαν τῆς τρυφῆς ἐκείνης παρασκευάσας τῷ εἶναι παραὐτῷ τὰ νοήματα, διὧν ὁδηγεῖται πρὸς ἀρετὴν ἡ διάνοια, γεωμετρίαν τε καὶ ἀστρονομίαν καὶ τὴν διὰ τοῦ ἀριθμοῦ κατανόησιν τῆς ἀληθείας πᾶσάν τε μέθοδον ἀποδεικτικὴν τῶν ἀγνοουμένων καὶ βεβαιωτικὴν τῶν κατειλημμένων καὶ πρό γε τούτων τὴν τῆς θεοπνεύστου γραφῆς φιλοσοφίαν, τελείαν ἐπάγουσαν κάθαρσιν τοῖς διαὐτῆς τὰ θεῖα πεπαιδευμένοις μυστήρια; ὁ δὲ μηδενὸς τούτων ἐν γνώσει γενόμενος μηδὲ  χειραγωγηθεὶς διὰ τοῦ κόσμου πρὸς τὴν τῶν ὑπερκοσμίων ἀγαθῶν κατανόησιν, ἁπαλός τις καὶ ἀγύμναστος καὶ ἀτριβὴς τὴν διάνοιαν παρελθὼν τὸν βίον, ἐκεῖνος οὐκ ἂν ἐν τοῖς αὐτοῖς εἴη, ἐν οἷς ὁ λόγος τὸν προλαβόντα ἀπέδειξεν, ὡς μηκέτι διὰ τοῦτο μακαριστότερον ἀποδείκνυσθαι κατὰ τὴν προενεχθεῖσαν ἡμῖν ἀντίθεσιν τὸν μὴ μετασχόντα τοῦ βίου τοῦ μετασχόντος καλῶς.

Bibliographical Sources: 

H. Hörner (ed.), Gregorii Nysseni opera, vol. 3.2. Leiden, 1986.