John Italos, Quaestiones quodlibetales, section 91, lines 175 - 205

Full Title: 
Quaestiones quodlibetales (Ἀπορίαι καὶ λύσεις)
Text - Hyperlink: 

Καὶ ταῦτα μὲν οὕτως ἐχέτω· οὐχ ἧττον δὲ οἶμαι καὶ τὴν πρόθεσιν φανερὰν εἶναι καὶ τὸ χρήσιμον αὐτῆς ὡς πρὸς ἠθικὴν φιλοσοφίαν καὶ αὐτὴν τὴν ὄντως τοῦ ὄντος ἐπιστήμην· ὁ γὰρ εἰδὼς μηδὲν εἶναι μέρον τὴν ἡμετέραν πρὸς τὴν τοῦ παντὸς χρόνου ἀπαρίθμησιν ζωήν, μηδοπωστιοῦν μόριον εἶναι τοῦ κόσμου τὸ ἡμέτερον σῶμα, πῶς οὐκ ἀνδρεῖος ἔσται καὶ τὰς ἄλλας ἔχων ἀρετάς, ἐπειδὴ ἀλλήλαις ἀνθέπονται, καθάπερ καὶ ἐν ἑτέροις ἡμῖν εἴρηται· οὐχ ἥκιστα δὲ καὶ εἰ τὴν ψυχὴν οἶδεν ἀθάνατον. Ἀλλὰ καὶ πρὸς τὴν ἀληθῆ τῶν ὄντων ἐπιστήμην οὐκ ἄχρηστος ἡ φυσικὴ πραγματεία, τὰς ἐκεῖθεν ἐμφάσεις ἐναργῶς ὑποδεικνύουσα καὶ διὰ τούτων ἐρᾶν τῶν παραδειγμάτων παρασκευάζουσα· ἔστι δὲ καὶ πρὸς γεωμετρίαν καὶ τὰς ἄλλας ἐπιστήμας, μηχανικήν τε λέγω καὶ ἰατρικὴν καὶ ἀστρολογίαν, ἡ τῶν φυσικῶν θεωρία ἐπιτηδειοτάτη, ὡς τὰς μερικωτέρας τελειοῦσά τε καὶ βεβαίας ἐργαζομένη, πρὸς δὲ τὰς ὑψηλοτέρας αὐτῆς καὶ ὁλικωτέρας ἀρίστη ὁδὸς καὶ συντομωτάτης ὑπάρχουσα. Διὸ δεῖ μετ’ ἐπιμελείας ὅτι πλείστης μετά τε τὴν λογικὴν πραγματείαν φυσιολογίαν μετελθεῖν, ὡς ἡμᾶς, οἷα ὁ λόγος ἀπέδειξε, πρὸς εὐδαιμονίαν παρασκευάζουσαν.Ἐπεὶ δὲ οὐκ ἔστιν εἰδέναι ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, τῶν ἀρχῶν καὶ αἰτίων μὴ γινωσκομένων, οὐδὲ τὴν τῆς φύσεως πραγματείαν, ἀγνοουμένων αὐτῆς τῶν τε ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων, καθάπερ Ἀριστοτέλει ἐν προοιμίοις εἴρηται· πέφυκε δὲ ἡ ὁδὸς ἐπὶ τὴν τοιαύτην θεωρίαν ἐκ τῶν ἡμῖν μὲν γνωριμωτέρων τε καὶ σαφεστέρων, ἀσαφεστέρων δὲ τῇ φύσει καὶ ἀγνωστοτέρων· ἔστι δὲ τὸ τοιοῦτον διχῶς· γὰρ καθέκαστα καὶ μερικόν, ἀφοὗ δὴ ἐπὶ τὰ καθόλου ἀνάβασις, αὐτὸ τοῦτο, λέγω δὴ τὸ μερικόν, οἷον Σωκράτης ὡς ἄνθρωπος καὶ ζῶον αὐτός, καὶ τἄλλα πάντα μέχρι τοῦ γενικωτάτου, καὶ συγκεχυμένον εἴρηκεν Ἀριστοτέλης· τὸν γὰρ Σωκράτην πόρρωθεν ἡμῖν φανέντα ὡς σῶμα μᾶλλον ὡς ζῷον γνωρίζομεν, καὶ ζῷον ἄνθρωπον, καὶ τοῦτον αὐτὸν Σωκράτην· τοῦτο δὴ τὸ καθέκαστον συγκεχυμένως μὲν γνωριζόμενον ἅπασι γνωρίζεται ἐκ τοῦ ῥᾳδίαν εἶναι τὴν τοῦ συγκεχυμένου κατάληψιν, πῇ δὲ καὶ διῃρημένως μόνοις ἐπιτηδείοις γνώριμον· παρασκευαστέον λοιπὸν πρὸς τὴν τῶν ἀρχῶν ἐπίγνωσιν, καὶ ἐκ τῶν συγκεχυμένων γνωρίμων ἀρκτέον ἡμῖν τῆς τούτων θεωρίας, ὡς αὐτὸς Ἀριστοτέλης εἰσηγήσατο.  

Century: 
11th
Type of Source: 
Bibliographical Sources: 

P. P. Joannou (ed.), Joannes Italos. Quaestiones quodlibetales (Ἀπορίαι καὶ λύσεις), Studia patristica et Byzantina 4, Ettal: Buch-Kunstverlag, 1956.