Manuel Gabalas, Epistle B3, vv. 14-19

Text - Hyperlink: 

Νόσῳ γὰρ βαρείᾳ ἐκ μελέτης χρονίας καὶ λύπης κατασκηψάσῃ βληθεὶς πέπτωκα. Ἀλλ’ ὀψέ ποτε ῥαΐσας ὑπὸ θεῷ σωτῆρι αὖθις ὥσπερ ἢ πυρὸς μέγα τι βρέμοντος ἀπιόντος ἢ μεγάλου λωφήσαντος κύματος, τοῦ συνίσχοντος δηλαδὴ πάθους, ὑποκαπνίζομαι ἔτι τῇ νόσῳ καὶ περικλύζομαι, ὅτι καὶ χρόνῳ τὰ τῶν μεταβολῶν εἴκει καὶ οὐκ ἔσθ’ ὅπως ἐκ τῶν ἄκρων ἐναντίων ἀχρόνως ἐπὶ τὰ ἐναντία.

Type of Source: