Manuel Gabalas, Epistle B4, vv. 10-20

Text - Hyperlink: 

Εἰ μὲν οὖν κατὰ σκοπὸν τοῦ λογίου βέβληκα, ποιητέον σοι τὸ τῷ θεῷ γε δοκοῦν· ποιητέον δὲ οὐ τῇ συντρόφῳ καὶ αὖθις φιλοσοφίᾳ, ὥσπερ εἰώθεις, οὐδὲ τῷ τοῖς ἐξ ἀρχῆς εὐθὺς πόνοις καὶ θεῷ φίλοις χρήσασθαι (ἅλις γὰρ ἔχεις τοῦ οὕτω ποιεῖν πολλὰ περὶ τὴν τοῦ καλοῦ κτῆσιν ταλαιπωρήσας), ἀλλ’ αὐτῷ γε δὴ τῷ προθυμηθῆναι λῦσαι τὰ συμπεσόντα μοι δυσχερῆ, ὅτι μηδὲ τοῦτἐστι φαῦλόν τι μέρος εἰς φιλοσοφίαν, εἴ γε Πλάτων καλῶς γε νομοθετεῖ δεῖν ποτε καὶ τὸν φιλόσοφον πολιτεύεσθαι, ἐπειδὰν συνειδείη τι λυσιτελῶν τοῖς πράγμασι. φιλάνθρωπον γὰρ ὂν τὸ θεῖον εἰς ὑπερβολὴν οἰκειοῦται δὴ μάλα τά τε κοινῇ τῇ φύσει καὶ ἰδίᾳ δἑκάστῳ γιγνόμενα, ἄν τε τῆς χείρονος μερίδος, ἄν τε τῆς βελτίονος .

Type of Source: