Manuel Gabalas, Epistle B10, vv. 2-11

Full Title: 
Τῷ φιλοσόφῳ κυρῷ Ἰωσήφ (To the philosopher kyr Joseph).
Text - Hyperlink: 

Ἡλίῳ μὲν φῶς, πυρὶ δὲ θερμότης ἕξεις τινὲς ἀχώριστοι φυσικῇ τινι βίᾳ ἐκ τῆς τῶν ὄντων αἰτίας πεφύκασι· σοὶ δοὐχ οὕτω τὸ περὶ τὴν ἀρετὴν κράτος βίαιον καὶ δὴ καὶ τὸ κατὰ τοὺς φίλους μνημονικόν τε καὶ κηδεμονικόν, ἂν ἄρα του δέωνται, προαίρεσις δαὐτοῦ γε δὴ τοῦ ὄντως καλοῦ καὶ κρίσις ὀρθῶς γε ἡγησαμένη· διἥν, οἶμαι, καὶ τὴν ἀεὶ ῥέουσαν ὕλην μόνος τῶν καθἡμᾶς διαστήσας τοῦ εἴδους ζωήν τινἀμέριστον καὶ ἑνιαίαν κατὰ τὰς θειοτέρας που φύσεις ζῆν ἀξιοῖς, οὔκουν ἄλλῳ τῳ τῶν ὄντων, θεῷ δαὐτῷ καὶ φιλοσοφίᾳ καὶ φιλανθρωπίᾳ τὸν ἀεὶ συγγινόμενος χρόνον καὶ ταῦτα δὴ μόνα ὑποστάθμην τινὰ ποιησάμενος.

Type of Source: